Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.333 Joseph. AJ 6.337 (English) >>Joseph. AJ 6.341

6.335Σαμουῆλος δὲ τέλος αὐτὸν ἔχοντα ἤδη τῆς μεταβολῆς ὁρῶνπερισσὸν μέν, εἶπεν, ἔτι καὶ παρʼ ἐμοῦ βούλεσθαι μαθεῖν τοῦ θεοῦ καταλελοιπότος αὐτόν· ἄκουέ γε μήν, ὅτι βασιλεῦσαι δεῖ Δαυίδην καὶ κατορθῶσαι τὸν πόλεμον, σὲ δὲ καὶ τὴν ἀρχὴν καὶ τὴν ζωὴν 6.336ἀπολέσαι τοῦ θεοῦ παρακούσαντα ἐν τῷ πρὸς Ἀμαληκίτας πολέμῳ καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ φυλάξαντα, καθὼς προεφήτευσά σοι καὶ ζῶν. ἴσθι τοίνυν καὶ τὸν λαὸν ὑποχείριον τοῖς ἐχθροῖς γενησόμενον καὶ σαυτὸν μετὰ τῶν τέκνων αὔριον πεσόντα ἐπὶ τῆς μάχης μετʼ ἐμοῦ γενησόμενον.” 6.337

Ταῦτʼ ἀκούσας Σαοῦλος ἄφωνος ὑπὸ λύπης ἐγένετο καὶ κατενεχθεὶς εἰς τοὔδαφος, εἴτε διὰ τὴν προσπεσοῦσαν ἐκ τῶν δεδηλωμένων ὀδύνην, εἴτε διὰ τὴν ἔνδειαν, οὐ γὰρ προσενήνεκτο τροφὴν τῇ παρελθούσῃ ἡμέρᾳ τε καὶ νυκτί, ῥᾳδίως ἔκειτο νέκυς ὥς τις. 6.338μόλις δὲ ἑαυτοῦ γενόμενον συνηνάγκασεν γυνὴ γεύσασθαι ταύτην αἰτουμένη παρʼ αὐτοῦ τὴν χάριν ἀντὶ τῆς παραβόλου μαντείας, ἣν οὐκ ἐξὸν αὐτῇ ποιήσασθαι διὰ τὸν ἐξ αὐτοῦ φόβον ἀγνοουμένου τίς ἦν, ὅμως ὑπέστη καὶ παρέσχεν. ἀνθʼ ὧν παρεκάλει τράπεζάν τε αὐτῷ παραθεῖναι καὶ τροφήν, ὡς ἂν τὴν ἰσχὺν συλλεξάμενος εἰς τὸ τῶν οἰκείων ἀποσωθῇ στρατόπεδον· ἀντέχοντα δὲ καὶ τελέως ἀπεστραμμένον ὑπὸ ἀθυμίας ἐβιάσατο καὶ συνέπεισεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.333 Joseph. AJ 6.337 (English) >>Joseph. AJ 6.341

Powered by PhiloLogic